Proverbs 20

1ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ συμμειγνύμενος αὐτῇ οὐκ ἔσται σοφός. 2οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος, δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. 3δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. 4ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ δανιζόμενος σῖτον ἐν ἀμήτῳ. 5ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν. 6μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν. 7ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει. 8ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν. 9τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; 10στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα. 11καὶ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθησεται νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ὁδὸς αὐτοῦ. 12οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· κυρίου ἔργα καὶ ἀμφότερα. 13μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. 14 20
LXX: Pro.20:9 #A
κακολογουντος πατερα η μητερα σβεσθησεται λαμπτηρ αι δε κοραι των οφθαλμων αυτου οψονται σκοτος
21
LXX: Pro.20:9 #B
μερις επισπουδαζομενη εν πρωτοις εν τοις τελευταιοις ουκ ευλογηθησεται
22
LXX: Pro.20:9 #C
μη ειπης τεισομαι τον εχθρον αλλα υπομεινον τον κυριον ινα σοι βοηθηση
23βδέλυγμα κυρίῳ δισσὸν στάθμιον, καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ. 24παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί· θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; 25παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. 26λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν. 27φῶς κυρίου πνοὴ ἀνθρώπων, ὃς ἐρευνᾷ ταμίεια κοιλίας. 28ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. 29κόσμος νεανίαις σοφία, δόξα δὲ πρεσβυτέρων πολιαί. 30ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, πληγαὶ δὲ εἰς ταμίεια κοιλίας.
Copyright information for LXX